Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.194 Joseph. AJ 8.199 (English) >>Joseph. AJ 8.203

8.197ἧκεν οὖν εὐθὺς προφήτης ὑπὸ θεοῦ πεμφθεὶς οὔτε λανθάνειν αὐτὸν ἐπὶ τοῖς παρανομήμασι λέγων οὔτʼ ἐπὶ πολὺ χαιρήσειν τοῖς πραττομένοις ἀπειλῶν, ἀλλὰ ζῶντος μὲν οὐκ ἀφαιρεθήσεσθαι τὴν βασιλείαν ἐπεὶ τῷ πατρὶ Δαυίδῃ τὸ θεῖον ὑπέσχετο διάδοχον αὐτὸν ποιήσειν ἐκείνου, 8.198τελευτήσαντος δὲ τὸν υἱὸν αὐτοῦ ταῦτα διαθήσειν οὐχ ἅπαντα μὲν τὸν λαὸν ἀποστήσας αὐτοῦ, δέκα δὲ φυλὰς παραδοὺς αὐτοῦ τῷ δούλῳ, δύο δὲ μόνας καταλιπὼν τῷ υἱωνῷ τῷ Δαυίδου διʼ αὐτὸν ἐκεῖνον, ὅτι τὸν θεὸν ἠγάπησε, καὶ διὰ τὴν πόλιν Ἱεροσόλυμα, ἐν ναὸν ἔχειν ἠβουλήθη. 8.199

Ταῦτʼ ἀκούσας Σολόμων ἤλγησε καὶ σφοδρῶς συνεχύθη πάντων αὐτῷ σχεδὸν τῶν ἀγαθῶν ἐφʼ οἷς ζηλωτὸς ἦν εἰς μεταβολὴν ἐρχομένων πονηράν. οὐ πολὺς δὲ διῆλθε χρόνος ἀφʼ οὗ κατήγγειλεν προφήτης αὐτῷ τὰ συμβησόμενα καὶ πολέμιον εὐθὺς ἐπʼ αὐτὸν ἤγειρεν θεὸς Ἄδερον μὲν ὄνομα τὴν δʼ αἰτίαν τῆς ἔχθρας λαβόντα τοιαύτην· 8.200παῖς οὗτος ἦν Ἰδουμαῖος γένος ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαυίδου στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἕξ, φυγὼν ἧκε πρὸς Φαραῶνα τὸν Αἰγυπτίων βασιλέα. 8.201 δὲ φιλοφρόνως αὐτὸν δεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφὴν καὶ γενόμενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὑτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν ὄνομα Θαφίνην, ἐξ ἧς αὐτῷ υἱὸς γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνετράφη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.194 Joseph. AJ 8.199 (English) >>Joseph. AJ 8.203

Powered by PhiloLogic